Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σύλλογον πόλεως ἀκούσας: ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον: — MTAB

† ἰδὼν αὐτὸς σαφῶς: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι κἂν δοκῶσιν εἶναι ταὐτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ

ὅπερ χεῖρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλονότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολογεῖται δὲ τὸ σαφές παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῄ, τὸ δὲ ἐναργές παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ δὲ ἄρα σύνδεσμος ἢ ἀπορηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογιστικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. ἐντεῦθεν καὶ τὸ ὄναρ καὶ τὸ ὕπαρ· τὸ μὲν ὄναρ ἀπορούμενον εἰ ὄν ἐστιν ἆρα, ὡς ἂν εἴ τις εἴπῃ· ἆρα ὄν ἐστι τὸ ὄναρ, τὸ δὲ ὕπαρ καθὸ φανερώτερόν ἐστι καὶ τρόπον τινὰ καθορώμενον ὀφθαλμοῖς ἀνεῳγόσιν ὑπὸ τὸ ἄρ ἐστι τὸ συλλογιστικὸν, ἤτοι ἀληθές: — A