Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: — MTAB

πῶς ὦ τάλαινα: διὰ τούτου ὠνείδισεν αὐτὴν ὡς μητροφόνου ἀδελφήν. οἱ δὲ τοῖς ἐναγέσι προσφθεγγόμενοι καὶ αὐτοὶ δοκοῦσι μιαίνεσθαι, ὡς καὶ ἐν Ἡρακλεῖ [1219] καὶ Ἰξίονι δέδεικται: — A

εἰς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν: καὶ τοῦτο πανούργως· ἀναμάρτητον γὰρ τὸ θεῖον. ἐμφαίνει ὡς καταψευδομένων αὐτῶν τοῦ Ἀπόλλωνος: — MTAB