Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἥκω γὰρ ἀνδρῶν: τουτέστιν οὐκ ἐπαγόμενος συμμάχους, ἀλλ’ ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην ἀπολομένων πλὴν ὀλίγων: — MTA1B

† ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων καὶ προσέτι πλάνην ὑπέστην πολλήν: — TB

† ἥκω γὰρ ἀνδρῶν: τὸ ἑξῆς· ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ: — TA1B