Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἃ δ’ Αὐλὶς ἔλαβε: περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας Ἀρτέμιδι θῦσαι: — MTAB

Αὐλὶς πόλις Βοιωτίας. ἐνταῦθα ἐπεσχέθησαν οἱ ἐπιστρατευόμενοι εἰς Ἴλιον οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος. τοξεύσαντος γὰρ τὴν ἔλαφον καὶ εἰπόντος μηδ’ ἂν τὴν Ἄρτεμιν οὕτως βαλεῖν * *: — MTAB

σφάγι’ ἐμῆς ὁμοσπόρου: ταὐτὸν οὐκ αἰτῶ σε, φησὶ, τὴν θυγατέρα, τὴν Ἑρμιόνην, ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ μὲν ἔχε τοῦτο πλέον καὶ κερδᾶναι παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός· ἐγὼ δέ σοι χάριν ἕξω σώσαντι μόνον κἂν μὴ τῷ αὐτῷ τρόπῳ σῴζῃς ἡμᾶς ἀντ’ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ συναπτέον τοῦτο πρὸς τὸ ἀπότισόν μοι, καὶ ἔστιν ὁ λόγος οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλιῶ παρὰ τοῦ πατρὸς, καὶ μίαν ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον. προσήκει γάρ σοι ἐμοῦ δυστυχοῦντος

τὰ νῦν μηχανᾶσθαί τι πρὸς τὸ ἐμὲ σῶσαι, ἐμὲ δέ σοι χάριν ὁμολογεῖν ἵνα τὸ μεταξὺ κατ’ ἐπένθεσιν γένηται: — MTAB