Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· καθὸ ἠδικήθης παρὰ Ἀλεξάνδρου: — MgBi

ἀπέδοτο δ’ ὡς χρή: τὸ ἑξῆς· ἀπέδοτο δὲ τὸ σῶμα, ὅ ἐστιν· ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ κατατρωθῆναι τὸ πᾶν σῶμα τὸ ὅσον ἐφ’ ἑαυτῷ εἵλετο διὰ τὴν σὴν γυναῖκα. οἷα χρὴ τοῖς φίλοις τοὺς φίλους ἐκπονεῖν. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵν’ ᾖ τὸ ἑξῆς· ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις, ἀπέδοτο τὸ σῶμα, σοὶ παρ’ ἀσπίδα ἐκπονῶν αὐτὸ τοῦτο: — MTABi