Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος: Λακεδαίμονος πρῶτος ἦρξε Λέλεξ, ἀφ’ οὖ καὶ Λέλεγες ὠνομάζοντο. ἔσχε δὲ παῖδας ἐκ Περιδίκης Μύλην, Πολυκάονα, † βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Κλεοχαρείας ἴσχει Εὐρώταν καὶ Πελίαν. Εὐρώτας δὲ ἄρξας μετὰ τὸν κατακλυσμὸν ⟨τὸ⟩ λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα Σπάρτην, ἣν ἀγαγόμενος Λακεδαίμων ὁ Ταϋγέτης ἄρξας τοὺς μὲν Λέλεγας Λακεδαιμονίους, τὸ δὲ ὄρος Ταϋγετον καὶ πόλιν κτίσας Σπάρτην ὠνόμασεν: — MTAB

ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως: — AgBi