Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἱ νέρτεροι θεοί: ἐπειδὴ περὶ τεθνεῶτος διαλέγεται, νερτέρους εἶπεν: — MAB

καὶ γὰρ ἐνθάδ’ ἦν πικρόν: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης. τουτέστι· κατ’ αὐτὸ γὰρ τοῦτο μάλιστα πικρότατον ἦν αὐτὴ συνεχῶς τὸ λέχος καὶ τὴν μοιχείαν ὀνομάζουσα κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως· καὶ γὰρ κατ’ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. ἢ τὸ ἐνθάδε ἀντὶ τοῦ κατὰ τὸν ἐν τῷ ζῆν βίον, οἶον· αὕτη σε ἐξηγρίωσεν ὀνομάζουσα τὸ ἐκείνης λέχος καὶ τὴν μοιχείαν Αἰγίσθου, ἣν εἴη καὶ τοὺς χθονίους μισῆσαι θεοὺς καὶ τὰς τῶν κατοιχομένων ψυχάς. καὶ γὰρ τοῖς ζῶσι πικρὸν ἦν ἡ μοιχεία: — MTAB