Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρὸς τόνδ’ ἀγὼν τίς σοφίας ἥκει πέρι: οἷον· ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας. προῦπτος γὰρ ἡ κρίσις, ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν· οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος: — MTAB

ἐπεὶ εἶπεν ὁ Μενέλαος καὶ τὸ γῆρας οὐ σοφόν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα: — MTAB

ἐρωτηματικῶς: — Mg