Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν· οὐχ οἶόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν: — MTAB

ἄλλως: δοῦλον: δουλοποιόν, τουτέστι· παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ: — MTAB

ἄλλως: πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἶον· πάντα κατὰ ἀνάγκην ποιοῦμεν. καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ἀπὸ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖ τοὺς ἀνθρώπους. καθὸ προείρηκεν ἐπὶ τοῦ Ὀρέστου εἰ δὲ δυστυχεῖ, τιμητέος, διὰ τοῦτο καὶ νῦν εἶπε ⟨πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς⟩. ἔστι δὲ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ *** πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἶον ταπεινοῖ, κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως· πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν διότι δουλοῖ πᾶν: — MTAB