Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Τυνδάρεως μελάμπεπλος: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι· Τυνδάρεως, Ἰκάριος, Ἀρήνη, καὶ νόθος ἐκ Νικοστράτης Ἱπποκόων. οὗτοι μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἰκάριος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. ὁ δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Λακεδαιμονίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάνδραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πελλήνης ἐγχειρεῖ αὐτῷ τὴν ἀρχὴν τῆς Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφιδῆν: — MTAB