Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

διὰ τριῶν δ’ ἀπόλλυμαι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει τίς ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων. προεῖπε γὰρ [408] ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. τινὲς δέ φασι τῆς συνέσεως. τῆς λύπης καὶ τῆς μανίας. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ Ἀγαμέμνονα καὶ Διομήδην καὶ Ὀδυσσέα μετασχεῖν τοῦ φόνου Παλαμήδους: — MTAB

ἀντὶ τοῦ διὰ πολλῶν: — Mg