Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Οἴαξ τὸ Τροίας μῖσος: Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν. λιμωσσόντων γὰρ ἐν

Αὐλίδι καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασιαζόντων, πρῶτον μὲν τὰ Φοινίκια διδάξας γράμματα αὐτοὺς ἴσην τε καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον ὥστε μέγα σχεῖν ὄνομα παρὰ τοῖς Ἕλλησιν. ἐπὶ τούτῳ δὲ φθονήσαντες οἱ περὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα καὶ Διομήδην τοιόνδε τι σκευωροῦσι κατ’ αὐτοῦ. λαβόντες γὰρ Φρύγα αἰχμάλωτον χρυσίον κομίζοντα Σαρπηδόνι ἠνάγκασαν γράψαι Φρυγίοις γράμμασι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην. καὶ τοῦτον μὲν φονεύουσι, θεράποντα δὲ Παλαμήδους πείθουσι χρήμασιν ἅμα τοῖς Τρωϊκοῖς χρήμασι καὶ τὸ γραφὲν πινάκιον ὑπὸ τὴν κλίνην θέσθαι Παλαμήδους. αὐτοὶ δὲ παρελθόντες προδοσίαν κατήγγελλον τοῦ ἥρωος καὶ φωραθῆναι τὴν σκηνὴν ἐκέλευον. εὑρεθέντος δὲ τοῦ πινακίου καὶ τῶν χρημάτων ὑπὸ τὴν κλίνην λίθοις φονεύεται Παλαμήδης. Ναύπλιος δὲ ἀκούσας ἧκεν εἰς Ἴλιον δικάσαι τὸν φόνον τοῦ παιδός. τῶν δὲ Ἑλλήνων κατολιγωρούντων αὐτοῦ πρὸς τὸ κεχαρισμένον τοῖς βασιλεῦσιν ἀποπλεύσας εἰς τὴν πατρίδα καὶ πυθόμενος ἀποπλεῖν τοὺς Ἕλληνας ἧκεν εἰς Εὔβοιαν καὶ χειμῶνα φυλάξας φρυκτωρίας ἧψε περὶ τὰς ἄκρας τῆς Εὐβοίας. οἱ δὲ εὐεπίβατον νομίσαντες τὸν τόπον προσορμίζονται καὶ ἐν ταῖς πέτραις ἀπόλλυνται: — MTAB

ἄλλως: τὸν Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωναῖς τῆς Τρῳάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα καὶ φυλακὰς καὶ ἀστραγάλους: — MTAB

ἀντὶ τοῦ ⟨τὸ⟩ ἐπὶ Τροίας μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. ἐνήλλακται ἡ πτῶσις: — MgAg