Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μὴ θάνατον εἴπῃς: ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ· μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν: — MTB

σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω· μὴ ὀνομάσῃς τὸν [περὶ] μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ

κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος. ἢ μὴ εἰς τὴν εἱμαρμένην καὶ τὸν θάνατον ἀνενέγκῃς· οὐ γάρ ἐστι σοφὸν τοῦτο: — MT

ἄλλως: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας: — MT

ἄλλως: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει τὸ νομιζόμενον ὅτι μέλλει⟨ς⟩ λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος † ἀγαγεῖν: — T