Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἡ σύνεσις ὅτι σύνοιδα: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν. ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων· ὃ καὶ ἐπάγει· μανίαι τέ. — MTAB
μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν: — MgTAB