Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δοκῶν Ὀρέστην: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ [445 sq.]· ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια. πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες

Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου [ὅ ἐστι πρὸ Διοκλέους]. οὕτως ἱστορεῖ Φιλόχορος [frg. 117]: — MTAB