Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τροχηλατεῖ: κατεπείγει· τρόχος γὰρ ὁ δρόμος. οἷον μετὰ τροχοῦ καὶ ἁρμάτων ἐλαύνει: — MTAB

ὀνομάζειν γὰρ αἰδοῦμαι θεάς: τὰς Ἐρινῦς. οὐκ ὀνομάζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων Τισιφόνη Μέγαιρα Ἀλληκτώ: — MTAB

φησὶν Ὅμηρος [γ 309]· ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν· αὐτῆμαρ δέ οἱ ἦλθε’. — MTAB