Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ: κεκωμῴδηται ὁ

στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν· οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλ’ οὐχὶ τὰ γαληνά. πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν τῶν κωμικῶν, Ἀριστοφάνης * * καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ [frg. 1]·
καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναισ’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.
καὶ ἐν ἄλλοις παίζων φησί [frg. 60]·
γαλήν’ ὁρῶ. — ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν· — γαληνά. — ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρῶ.
καὶ Σαννυρίων ἐν Δανάῃ [frg. 8]·
τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι· ζητητέον. φέρ’ εἰ γενοίμην † γαλῆ· ἀλλ’ Ἡγέλοχος ⟨εὐθύς⟩ με μηνύσειεν ⟨ἂν⟩ ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν [εὐθὺς] εἰσιδὼν μέγα· ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. — MTAB

σὺ μὲν γὰρ ἐπένευσας τάδ’. εἴργασται δ’ ἐμοί: ἐγὼ μὲν εἰργασάμην, σὺ δὲ ἐπένευσας. θέλει δὲ εἰπεῖν ὅτι οὐ μετέχεις τοῦ φόνου, ἐπεὶ οὐδὲ ἔπραξας· διὸ οὐδὲ ὀφείλεις ἄχθεσθαι: — MTAB

οὐ σοὶ μέμφομαι ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με μητέρα φονεῦσαι οὐ βοηθεῖ: — MiTAB