Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ: — MgABi

κερουλκά: διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος. ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκεσθαι: — MTAB

Στησιχόρῳ [frg. 40] ἑπόμενος τόξα φησὶν αὐτὸν εἰληφέναι παρὰ Ἀπόλλωνος. ἔδει οὖν τὸν ὑποκριτὴν τόξα λαβόντα τοξεύειν. οἱ δὲ νῦν ὑποκρινόμενοι τὸν ἥρωα αἰτοῦσι μὲν τὰ τόξα, μὴ δεχόμενοι δὲ σχηματίονται τοξεύειν. εἰ δὲ καὶ μαινόμενος ἐπ’ ἐνίων ὑγιαίνει, μὴ θαυμάσωμεν. ἡ γὰρ νόσος ποικίλη τῶν μεμηνότων· ὡς κὰν ταῖς Τρῳάσιν ἡ Κασάνδρα [369]· τοσόνδε δ’ ἐκτὸς στήσομαι βακχευμάτων. — MTB