Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰς αἱματωπούς: τὰ συμβαίνοντα τοῖς πάσχουσί τι τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν Λιτῶν [Ι. 499]· χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ. ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας. καὶ τὸν Πλοῦτον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι· καὶ κωφὸν δὲ αὐτὸν ὁ Δημοσθένης [frg. 12] φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. καὶ νῦν αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος καὶ πολύμοχθος Ἄρης [Phoen. 784]: — MTAB