Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύναιτο τοὺς φονεύοντας: — MiTAB

καὶ ἄλλως: ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶσαι χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν. καλῶς δὲ τὸ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν [fr. 365]· ἀμήχανον τέχνημα καὶ δυσέκδυτον. — MiTAB