Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδὲ πάθος οὐδὲ συμφοράν: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος. φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν σύνταξιν: — MTA

τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει ἐκ τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῆ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομενὸν, Ἀγλαὸν, Καλαόν. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι: — MTAB