Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
Ἐρεβοθεν ἴθι: ἔδει ἐκ Χάους εἰπεῖν, ὡς Ἡσίοδος [Theog. 123]· ἐκ Χάεος Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο. — MTAB
ἄλλως: τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται καί ἐστιν ὀξύτατον. ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότατα δὲ ὡς ἔνι μάλιστα: — B