Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ὑπνώσσει: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο σ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: — MTBi
λέγεις εὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα αὐτὸν κοιμώμενον: — MTBi
† λέγεις εὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: — A