Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἴτε νῦν: τοῦτό φησιν, ἐπεὶ [ἐπὶ] τὰ Πελοποννησιακὰ ἐνέστη τῇ Ἑλλάδι· πρεσβευσαμένων γὰρ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ Ἀθηναῖοι: — MTBi

θεὸν Εἰρήνην τιμῶντες: τοῦτό φησι διὰ τὸ κατ’ ἐκεῖνον τὸν

καιρὸν ἐνεστηκέναι τὰ Πελοποννησιακά· πρεσβευομένοις γὰρ Λακεδαιμονίοις περὶ εἰρήνης οὐκ ἐπείσθησαν Ἀθηναῖοι: — MTA