Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ ἀδίκως: — MgAg

ἄδικος ἄδικα: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ [Hipp. 701] εἰρημένον· πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: — MTAB

ἔλακεν: καὶ Ἀριστοφάνης [Plut. 39]· ἔλακεν ἐκ τῶν στεμμάτων τραγικῇ λέξει χρησάμενος. ὅτε τὸν ἀπόφονον ⟨φόνον⟩ τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας: — MTB

ἄλλως: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: — MTAB

ἀντὶ τῆς περί: — Mg