Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ σφάγια πρὸ δορός: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. εὖ γοῦν καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι πρότερον θύειν τοῖς θεοῖς: — MTAB

σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν: — MiTAgBi