Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν * * Πλεισθένους ὃν ἀνείλε⟨το⟩ Θυέστης: — MiT

Μενέλεως τε Κρήσσης: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε. τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας: — MMiTA

† στυγουμένην: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλ’ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί: — A