Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δεινὸν εὐτυχῶν ἀνήρ: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν, ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντας. ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα, δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος [Η 111]· μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι: — MTAB