Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἥσσονες Ἑλλάδος ἐγενόμεθ’ αἰχμᾶς: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε, ἐν Ἰλίῷ, [ἢ τῶν περὶ τὸν Ὀρέστην] ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου· φασγάνων τε ἀκμὰς συνήψαμεν καὶ ἡττήθημεν κατὰ κράτος ὥσπερ καὶ ἐν

τῷ κατὰ Ἴλιον πολέμῳ ἡνίκα ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν ὥσπερ νῦν ὁ Εὐριπίδης ὡς περὶ πολλῶν ⟨περὶ⟩ τῶν ὀλίγων θεραπόντων τὸν λόγον ⟨ποιεῖται⟩: — MTB