Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τότε: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ, οἱ Φρύγες. ἢ τότε ἐν τῶ Τρωικῷ πολέμῳ: — MiTB

τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες: ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι. ⟨τότε⟩, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην, ἐφάνησαν οἱ Φρύγες [πολὺ τῶν Ἑλλήνων ὄντες ἀσθενέστεροι] καθ’ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν ⟨πρὸς⟩ τὰ ἐν Ἰλίῳ λόγου παρεκβάσει χρησάμενος. οὐ γὰρ εἰκὸς ἦν οὕτως πολλοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες: — MTB