Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἴδ’ ἀτρεμαῖον ὡς ὑπόροφον: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος [Ω 451]· λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες. ἐκ τούτων δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: — MTAB

ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. τὴν μὴ διϊκνουμένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν: — MiBi