Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἔρροι τᾶς ἡσύχου: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: — MTBi
ἄλλως: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρ
μένην. τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προνοίας: — MTBὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελθόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρ’ ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν: — MiTB