Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βάρβαροι: ἀντὶ τοῦ βαρβάρως· ἡ γὰρ Ἀσία τῶν βαρβάρων χώρα, ἡ δὲ Εὐρώπη τῶν Ἑλλήνων: — MTBi

ὁ λόγος· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ. κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω: — MTB

ἄλλως: τὸν λίνον κοινῶς ἐτίθεσαν ἐπὶ τοῦ ὕμνου καὶ τοῦ θρήνου, νῦν μέντοι ἐκπηδήσας ὁ Φρύξ, ὅταν λέγῃ αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσιν, ἐπὶ συμφορᾶς αὐτὸν καὶ θρήνου τάττει: — MTB