Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: — MiBi

περγάμων Ἀπολλωνίων: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμηρος [Ε 446]· Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο. ἢ ἐπεὶ

ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί [frg. 781,11] φησιν· ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ εἰκότως κλῄζῃ βροτοῖς: — MTB

ὀτοτοῖ ἰαλέμων: ὀτοτοῖ ἐπίφθεγμά ἐστι θρηνητικόν. ἰάλεμος θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά [Ε 266]· δῶχ’ υἷος ποινὴν Γανυμήδεος. θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. ὁ δὲ λόγος· [ἰαλέμων ἰαλέμων καὶ] δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους. ἀντὶ τοῦ ἱππικὴ Δαρδανία. ἢ ἱπποσύνου Γανυμήδους, τουτέστιν ἱππικοῦ: — MMiB