Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

διὰ τὸ τᾶς ὀρνιθογόνον ὄμμα: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένην, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ ⟨τὸ⟩ διὰ ⟨τὸ⟩ τῆς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών· τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος· στένω τὸ Ἴλιον ἀπολόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών: — MTB

ἄλλως: ὁ λόγος· στενάζω τὸ Ἴλιον ὀλόμενον διὰ τὸν σκύμνον Λήδας τῆς καλλοσύνας Ἑλένης τῆς δυσελένης, περιφραστικῶς τὴν Ἑλένην: — MT

σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα: — MTB

περιφραστικῶς τὴν Ἑλένην. τὸ ἑξῆς· διὰ τὸ ὄμμα Ἑλένης δυσελένας τὸ ὀρνιθόγονον καὶ κυκνόπτερον καὶ τὸν σκύμνον τῆς καλλοσύνας Λήδας: — Mi

ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: — MiBi

περγάμων Ἀπολλωνίων: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμηρος [Ε 446]· Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο. ἢ ἐπεὶ

ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί [frg. 781,11] φησιν· ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ εἰκότως κλῄζῃ βροτοῖς: — MTB