Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ταυρόκρανος ⟨ἀγκάλαις ἑλίσσων⟩ κυκλοῖ χθόνα: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος [Υ 7]· οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο. ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ [Σ 399 υ 65] ἀψορρόου Ὠκεανοῖο. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν

ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς. ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις [Bacch. 743], ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: — MTB