Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πα τρίς: — MiTB

βαρβάροισι δρασμοῖς: βάρβαρος ὢν καὶ φυγεῖν θέλων πᾷ, φησὶ, φύγω, ὦ ξέναι. τὸ δὲ αἰαῖ ἐπιστένων λέγει: — MiTB

ἀντὶ τοῦ· πέφευγα βαρβάροις δρασμοῖς: — MiT

αἰαῖ πᾷ φύγω: τὸ Ἴλιον λέγει καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν Ἑλένης πρόσπολ’ εἰπεῖν Ἴλιον Ἴλιον: — MTB

ταυρόκρανος ⟨ἀγκάλαις ἑλίσσων⟩ κυκλοῖ χθόνα: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος [Υ 7]· οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο. ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ [Σ 399 υ 65] ἀψορρόου Ὠκεανοῖο. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν

ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς. ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις [Bacch. 743], ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: — MTB

ἐρωτηθεὶς ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν ὁ Φρὺξ Ἴλιον Ἴλιον ὤμοι μοι· τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος· στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος. καὶ τὸ ἁρμάτειον μέλος, τὸ ἐπὶ κακοῖς ᾀσθέν: — MTB