Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἀργεῖον ξίφος: ἐντεῦθεν ἐξέστη τοῦ ἰδίου ἤθους ὁ Εὐριπίδης ἀνοίκεια ἑαυτῷ λέγων: — MiTB

ἐν εὐμάρισιν: εὔμαρις εἶδος ὑποδήματος σανδαλώδους· πεποίηται δὲ ἀπὸ τοῦ εὐμαρῶς ὑποδεῖσθαι. προπαροξύνεται ἐν τῇ καθόλου [p. 99, 27]: — MiTB

κεδρωτὰ παστάδων: τὰ ἐκ κέδρου ξύλα. παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ ἐκ τούτων ὑπερπεπηδηκὼς τὰς ὑψηλὰς στέγας. ἀντὶ τοῦ ὑπὲρ τεράμνων. ταῦτα οὖν φησιν, ὡς ὑπερπεπηδηκὼς τῶν ἔσω τινὰς οἴκων. παστάδων γὰρ τῶν θαλάμων. Αἰσχίνης δὲ τὴν ὑπέρ ἀντὶ τῆς πρό φησίν, ἵν’ ᾖ ἀντὶ τοῦ πρὸ τεράμνων: — MTB

τριγλύφους: παρὰ Δωριεῦσι γλυφή τις ἦν ἣ ἐκαλεῖτο τρίγλυφος. ἢ ὡς τῶν Δωριέων καταδειξάντων τὰς τῶν ὀρόφων γλυφάς: — MTB