Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κόραισι δίδοτε: λείπει τὸ ἐπί· ⟨τὸ ἐπὶ⟩ ταῖς κόραις βλέφαρον ἑλίσσετε καὶ κινεῖτε καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε.

ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵν’ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ. ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσιν: — MTB

διὰ βοστρύχων δὲ εἶπεν, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλόκαμον μέχρι τῶν παρειῶν ὡς ἂν παρθένοι: — MTB

ἄλλως: πενθοῦσαι τὸν Ὀρέστην λελυμένον αὐτὸν ἔχουσιν, ἐξ οὗ συνέβαινε τὰ πλάγια μὴ ὁρᾶν: — MTB