Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

στέμματα: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται καὶ Ἔρις, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι [α 17]· τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι. — MTAB

† ᾧ στέμματα ξήνασα: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: — A