Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν,

οὕτως καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι ἔνδοθεν χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν: — MTAB