Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γῆν Δελφίδ’ ἐλθών: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατακλυσμὸν βασιλεύων τῶν περὶ τὸν Παρνασὸν Ὕαν πόλιν ἔκτισε καὶ γήμας Μελάνθειαν τὴν Δευκαλίωνος ἐποίησε Μελαινίδα· ἐκ δὲ Μελαινίδος Δελφὸς, ὃς τὴν ἀρχὴν τοῦ μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφ’ ἧς ἡ κρήνη τοὔνομα ἔχει, καὶ ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι. πόλιν δὲ κτίσας ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς Λάφριος, οὗ Νούτιος· ἐφ’ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν εἵλοντο καὶ τὸν Ακρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πόλεμου καλῶς

διέθετο καὶ κατὰ ζῆλον τοῦ Ἀμφικτυονικοῦ συνεδρίου οὗ κατεστήσατο Ἀμφικτύων ὁ Δευκαλίωνος ἐν Θερμοπύλαις τῆς Θεσσαλίας, ἕτερον ἐν Δελφοῖς εἵσατο καὶ τὸ ἐν Θεσσαλίᾳ ἀναλαβὼν τὰς συνόδους ἀντὶ μιᾶς δύο πεποίηκε καὶ νόμους ἔθετο καθ’ οὓς ἔμελλον ἕκαστα διοικεῖν ἀτέλειάν τε προεῖπεν ἐφ’ ἑκατέραις ταῖς συνόδοις καὶ τὴν πρόνοιαν τοῦ ἱεροῦ καὶ τῶν Δελφῶν τῷ συνεδρίῳ ἐπέτρεψε. μετὰ δέ τινα χρόνον Ὄρνυτος ὁ Σισύφου ἥκων ἐκ τῆς Ἀονίας αὐτόσε καὶ πολεμοῦντας εὑρὼν Ὑαμπολίτας πρὸς Ὀπουντίους Λοκροὺς περὶ Δαφνοῦντος συμμαχήσας τε ἐνίκησε καὶ ἦρξεν αὐτῶν. ἐγένοντο δὲ αὐτῷ παῖδες Φῶκος καὶ Θόας. ἀλλ’ ὁ μὲν Θόας ἅμα τῷ πατρὶ εἰς Κόρινθον ἀπήλασε, Φῶκος δὲ διαδεξάμενος τὴν ἀρχὴν τοῦ πατρὸς Φωκέας αὐτοὺς ὠνόμασεν: — MTAB