Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον: ὅ ἐστιν· ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμί, ἀλλὰ πλανῴμην εἰκῆ ὑπ’ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος: — MTAB

ἄλλως: μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τὰ νῦν, τουτέστι· μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας. ὅτε γὰρ ἀποθνῄσκουσιν, εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσίν: — MTAB