Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἕρπειν: ταῖς νεάνισιν· οὐ γὰρ ταῖς ἀγάμοις. ἄγαμος γὰρ καὶ ἡ Ἠλέκτρα. παρθένος δέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα.

ἢ πάλιν κακονόως οὐ παρθένον δεῖξαι βούλεται τὴν Ἠλέκτραν, ὅτι οὐκ ἐπείσθη αὐτῇ: — MTAB

τὸ ἕρπειν κυίρως ἐπὶ ὄφεως: — MgT

εἰς ὄχλον ἕρπειν παρθένοισιν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις: — MTAB