Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἠρώτησάς με, φησίν· ἰδοὺ κἀγώ σε ἀντερωτήσω. τοῦτό με ἠρώτησας, ἀλλ’ ⟨ἐγὼ⟩ ἐκεῖνο· διὰ τί δὲ ζῆν: — MiTAi

† ἤρου· τί δὲ ζῆν: ἠρώτησάς με, εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ κἀγώ σε ἀντερωτήσω· τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ ἑταιρείας χωρίς: — B