Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου κατέσχεν. ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγένοντο: — MiTA
τῶνδέ τ’ ἀμείβει: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: — MTAB
ἄλλως: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει [ἤτοι ὁ Ζεὺς ἀντὶ τῆς χάριτος ἧς παρέσχεν]. τουτέστιν· ἀλλεπαλλήλους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: — MTAB