Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μονόπωλον ἐς Ἀῶ: Εὐριπίδης μὲν ἑνὶ ἵππῳ ἐποχεῖσθαί φησι τὴν Ἡμέραν (φασὶ δὲ τοῦτον εἶναι τὸν Πήγασον), ἄλλοι δὲ ἐπὶ δίφρου. ἠὼς δέ ἐστιν ἡ πρὸ τῆς ἀνατολῆς ἡλίου λάμπουσα.

ἔνιοι δὲ μονόπωλον οὐχὶ τὴν ἕνα πῶλον ἔχουσάν φασιν, ἀλλ’ ἐν μιᾷ ἡμέρᾳ καὶ μόνῃ, ἵν’ ᾖ ὁ Ἀτρεὺς τοῦτο ἐσχηκὼς κατὰ χάριν Διὸς, ⟨τὸ⟩ διὰ μιᾶς ἡμέρας τότε τὸν ἥλιον ἐκ δύσεως ἀνατεῖλαι καὶ τὰς Πλειάδας: — MTAB

τουτέστιν· ἐν μιᾷ ἑμέρᾳ τοῦτο ποιήσας ὁ Ζεὺς, τὸ ἀπὸ δὐσεως ἀνατεῖλαι τὸν ἥλιον καὶ τήν ἑπτάπορον Πλειάδα: — Mi