Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μοίρας ὅσον παροίχῃ: μοίρας ἀντὶ τοῦ πρέποντος. καὶ τοῦτο δὲ πρὸς Ἰάσονα ἀποτείνει. τινὲς δὲ πρὸς τὴν Μήδειαν· ἵνα φονεύσῃς τὰ παιδία σοῦ. τὸ δὲ παροίχῃ, παρελθεῖν πεποίηκας, ὦ Ἰᾶσον, πολὺ μέρος τῆς θανατηφόρου μοίρας τῇ Γλαύκῃ ὡς ἐγγὺς εἶναι τὸν θάνατον αὐτῆς, ἀντὶ τοῦ· τὸν καιρὸν τοῦ θανάτου τῇ Γλαύκῃ συν

ήγαγες καὶ πλησίον εἶναι πεποίηκας, συγχωρήσας ὑπ’ ἀγνοίας ἀποκομισθῆναι τὰ δῶρα. μοίρας δὲ τῆς θανατηφόρου φησίν. τὸ δὲ ὅσον ἀντὶ τοῦ πολύ: — AB

ἄλλως: ὦ ταλαίπωρε Ἰᾶσον, ὅσον ἐκπέπτωκας τῆς εὐμοιρίας. ἢ οὕτως· ὅσον τοῦ καθήκοντος ἐξέδραμες ὡς μὴ συνιέναι ὅτι ἐπὶ φόνον τὰ τέκνα σου ἄγεις: — A