Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σὺ δ’, ὦ τάλαν: τοῦτο πρὸς τὸν Ἰάσονα ἀποτείνει. κηδεμὼν δὲ παρὰ τὸ κῆδος, ἀντὶ τοῦ γαμβρέ. σὺ δὲ, φησὶν, ὦ ἐπ’ ὀλέθρῳ γενόμενε νυμφίε τῆς Γλαύκης καὶ ἐπιγαμβρίαν οὐκ εὐτυχῆ ταύτην πρὸς τοὺς βασιλεῖς ἐσχηκὼς, ὄλεθρον τοῖς αὑτοῦ παισὶ καὶ τῇ νύμφῃ κατασκευάζεις, οὐ συνεὶς τὸ ἐπ’ ὀλέθρῳ μηχάνημα. βιοτᾷ δὲ παισίν, ἀντὶ τοῦ τῇ ζωῇ τῶν παίδων: — AB

ἀντὶ τοῦ· ὦ ἐπὶ κακῷ σου νυμφευσάμενε: — Bi