Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κἀμοὶ τάδ’ ἐστὶ λῷστα: ἀντὶ τοῦ· καλῶς ἔχειν κρίνω μετὰ γνώμης ὑμῶν, σοῦ τε καὶ τοῦ Κρέοντος καὶ τῆς τούτου θυγατρὸς, οἰκεῖν τὴν Κόρινθον. ἢ οὕτως· κἀμοὶ αὐτῇ συναρέσκει: — B

σὺ δ’ ἀλλὰ σήν: τὸ ἑξῆς· ἀλλὰ σὺ τὴν γυναῖκα κέλευσον αἰτήσασθαι τοῦτο παρὰ τοῦ πατρὸς, τὸ τοὺς παῖδας μὴ ἀπελαθῆναι τῆς Κορίνθου: — AB